“Τῷ λογικῷ ζώῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ᾿ εὔλογον φορητόν.”
Epictetus
AttributedWikiquote: Epictetus
–
Quotations collected from Wikiquote.
“Τῷ λογικῷ ζώῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ᾿ εὔλογον φορητόν.”
Wikiquote: Epictetus
“Τὸ δ᾿ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — Ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.”
Wikiquote: Epictetus
“καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθ᾿ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφ᾿ ἡμῖν ἐποίησεν.”
Wikiquote: Epictetus
“καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλ᾿ ὑπολήψεις καὶ δόγματα.”
Wikiquote: Epictetus
“λόγου γὰρ μέγεθος οὐ μήκει οὐδ᾿ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.”
Wikiquote: Epictetus
“Ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς, ἀλλ᾿ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν;”
Wikiquote: Epictetus
“ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ· οὐ γὰρ ἐστέ, ἀλλ᾿ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;”
Wikiquote: Epictetus
“Οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ᾿ ὁ βότρυς οὐδὲ σύκον. ἄν μοι νῦν λέγῃς ὅτι 'θέλω σύκον', ἀποκρινοῦμαί σοι ὅτι 'χρόνου δεῖ'. ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.”
Wikiquote: Epictetus
“ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ.”
Wikiquote: Epictetus
“εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου.”
Wikiquote: Epictetus
“Ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ᾿ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι.”
Wikiquote: Epictetus
“Εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν, οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί ⟨τι⟩ τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει.”
Wikiquote: Epictetus
“ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ᾿ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.”
Wikiquote: Epictetus
“τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ⟨ἐν⟩ τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;”
Wikiquote: Epictetus
“τίνες εἰσὶν οὗτοι, ὑφ᾿ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;”
Wikiquote: Epictetus
“εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί.”
Wikiquote: Epictetus
“Αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι.”
Wikiquote: Epictetus
“οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον.”
Wikiquote: Epictetus
“Εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδ᾿ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δ᾿ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα;”
Wikiquote: Epictetus
“καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι ἡ θύρα ἤνοικται.”
Wikiquote: Epictetus
“οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα.”
Wikiquote: Epictetus
“Τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ ⟨καὶ⟩ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται. λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου.”
Wikiquote: Epictetus
“ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον.”
Wikiquote: Epictetus
“Οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά.”
Wikiquote: Epictetus
“οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων.”
Wikiquote: Epictetus
“τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει.”
Wikiquote: Epictetus
“οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσιν μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι.”
Wikiquote: Epictetus
“μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτ᾿ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς.”
Wikiquote: Epictetus
“Αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.”
Wikiquote: Epictetus
“οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.”
Wikiquote: Epictetus